Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 47.1 Dem. 47.4 (English) >>Dem. 47.7

47.3δικαίως, ἄνδρες δικασταί. ὑμεῖς γὰρ εἰς τοὺς μάρτυρας βλέψαντες, καὶ πιστεύσαντες οἷς ἂν οὗτοι μαρτυρήσωσιν, ψηφίζεσθε· ἵνα οὖν μήθʼ ὑμεῖς ἐξαπατᾶσθε μήθʼ οἱ εἰσιόντες εἰς ὑμᾶς ἀδικῶνται, διὰ ταῦτα αὐτοὺς ὑποδίκους ἐποίησεν νομοθέτης. δέομαι δὲ ὑμῶν καὶ ἐγὼ μετʼ εὐνοίας μου ἀκροάσασθαι περὶ τοῦ πράγματος ἐξ ἀρχῆς ἅπαντα, ἵνα ἐκ τούτων εἰδῆτε ὅσα ἐγώ τε ἠδικήθην καὶ ἐξηπατήθησαν οἱ δικασταὶ καὶ οὗτοι τὰ ψευδῆ ἐμαρτύρησαν.

47.4μάλιστα μὲν οὖν ἂν ἐβουλόμην μὴ ἔχειν πράγματα· εἰ δʼ οὖν ἀναγκάζοι τις, πρὸς τοιούτους ἡδύ ἐστιν εἰσιέναι οἳ μὴ ἀγνῶτές εἰσιν ὑμῖν. νῦν δὲ πλείων μοι λόγος ἔσται ἐξελέγχοντι τὸν τρόπον αὐτῶν τὴν μαρτυρίαν ψευδῆ οὖσαν. περὶ μὲν γὰρ τῆς μαρτυρίας, ὅτι ψευδῆ μεμαρτυρήκασιν, αὐτοί μοι δοκοῦσιν ἔργῳ ἐξελέγχειν αὐτήν, καὶ οὐκ ἄλλους με δεῖ μάρτυρας παρασχέσθαι αὐτοὺς τούτους· 47.5ἐξὸν γὰρ αὐτοῖς ἀπηλλάχθαι πραγμάτων καὶ μὴ κινδυνεύειν εἰσιόντας εἰς ὑμᾶς, ἔργῳ βεβαιώσαντας ὡς ἀληθής ἐστιν μαρτυρία, οὐκ ἠθελήκασιν παραδοῦναι τὴν ἄνθρωπον, ἣν μεμαρτυρήκασιν προκαλέσασθαι πρὸς τῷ διαιτητῇ Πυθοδώρῳ ἐκ Κηδῶν παραδιδόναι ἕτοιμον εἶναι Θεόφημον, ἠξίουν δʼ ἐγὼ παραλαμβάνειν, ὡς οἱ μάρτυρες ὑμῖν οἱ τότε παραγενόμενοι ἐμαρτύρησαν ἐν τῷ δικαστηρίῳ, καὶ νῦν δὲ μαρτυρήσουσιν. καὶ Θεόφημος αὐτοῖς ὡς ἀληθῆ μεμαρτυρηκόσιν οὐκ ἐπεσκήψατο, οὐδʼ ἐπεξέρχεται τῶν ψευδομαρτυρίων.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 47.1 Dem. 47.4 (English) >>Dem. 47.7

Powered by PhiloLogic